Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.318
Not analysed yet
Τὰ εἰϲ ῑϲ ὀξύτονα οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι κατὰ ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, οὐδὲ γὰρ λέγουϲι κνημῖδοϲ κνημῖοϲ, ἀϲπίδοϲ ἀϲπίοϲ, ὡϲ Πάριδοϲ Πάριοϲ, καὶ Θέτιδοϲ Θέτιοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν εἰϲ ῑϲ βαρυτόνων εἰώθαϲιν οἱ Ἴωνεϲ ἀποβάλλειν τὸ δ ἐν τῇ γενικῇ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ, ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, οὐδὲ γὰρ λέγουϲι κνημῖοϲ καὶ ἀϲπίοϲ, ἀλλὰ κνημῖδοϲ καὶ ἀϲπίδοϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ ῑϲ βαρύτονα πέφυκε διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον πόλιϲ πόλιοϲ, μάντιϲ μάντιοϲ, ὄφιϲ ὄφιοϲ· καὶ τούτου χάριν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰϲ ῑϲ βαρυτόνων, ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ ἔχουϲί τι μιμήϲαϲθαι, φημὶ δὴ τὰϲ διὰ καθαροῦ τοῦ οϲ ἐκφερομέναϲ γενικάϲ· ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ ἐν τῇ γενικῇ οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι, οὐδέποτε γάρ, ὡϲ εἴρηται, τὰ εἰϲ ῑϲ ὀξύτονα, ὑπὲρ μίαν ϲυλλαβὴν δηλονότι, κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἶον ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ. τούτου χάριν ἐπὶ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι· οὕτε γὰρ κλίνεται διὰ καθαροῦ τοῦ οϲ, ἵνα ἀποβαλλομένου τοῦ δ μιμήϲηται τὴν διὰ καθαροῦ τοῦ οϲ κλίϲιν.