Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.317
Not analysed yet
Περὶ τῶν εἰϲ ῑϲ θηλυκῶν. Choer. 353, 7: τὰ εἰϲ ῑϲ λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἐκτείνει τὸ ῑ ὡϲ τὸ κνημίϲ κνημῖδοϲ, κρηπίϲ κρηπῖδοϲ, ϲφραγίϲ ϲφραγῖδοϲ, εἴτε ϲυϲτέλλει τὸ ῑ ὡϲ τὸ ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ, ἁψίϲ ἁψίδοϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν »διὰ τὸ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα) καὶ λίϲ λιόϲ (ϲημαίνει δὲ τὸν λέοντα)· ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικήν. ταῦτα γὰρ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἀλλ᾿ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. τὸ ἀκτίϲ ἀκτῖνοϲ διὰ τοῦ νοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐϲτιν, ἀκτίν γὰρ καὶ ἀκτίϲ· καὶ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ ἀλλ᾿ εἰϲ ν, καὶ τροπὴ παρηκολούθηϲε τοῦ ν εἰϲ τὸ ϲ. ταῦτα τὰ εἰϲ ῑϲ ὀξύτονα εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κρηπῖδα, ἀϲπίδα, ἁψίδα, βολίδα, ῥανίδα. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι γίνεται εἰϲ ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείαϲ τάϲεωϲ, κνῆμιν γὰρ λέγουϲι καὶ ϲφρᾶγιν καὶ ἄψιν, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 426) «τριϲπίθαμον δ᾿ ἄψιν τάμνειν »,ἀντὶ τοῦ ἁψίδα.