Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.32
Not analysed yet
Τὰ εἰϲ χαϲ λήγοντα πάντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕρχαϲ Ὕρχα, Λέχαϲ Λέχα, Κααλλίχαϲ Καλλίχα, Λίχαϲ Λίχα, Λάχαϲ Λάχα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ ϲυλλαβῇ κατὰ τὴν ἄρχουϲαν τὸ κ τοῦτο δὲ εἰρήκαμεν διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ περιττοϲυλλάβωϲ κλινόμενον, ἤγουν διὰ τοῦ ντ, ἔϲτι δὲ ὄνομα μάντεωϲ. ϲεϲημείωται δὲ τὸ Τρύχαϲ Τρύχοντοϲ, οὕτωϲ γὰρ Λυκόφρων μεταφράϲαϲ καλεῖ Τρύχαϲ πόλιν Εὐβοίαϲ.