Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.31
Not analysed yet
Τὰ εἰϲ φαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ περιττοϲυλλάβωϲ κλίνεται, εἰ μὴ παραλήγοιτο τὸ ο, οἷον Κορύφαϲ Κορύφαντοϲ, Ὑπέρφαϲ Τπέρφαντοϲ, Περίφαϲ Περίφαντοϲ, ἐλέφαϲ ἐλέφαντοϲ· τὸ Ἀκύφαϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ) Δωρικῶϲ ἐπὶ ἀρϲενικοῦ λέγεται οἶον ὁ Ἀκύφαϲ ἰϲοϲυλλάβωϲ ὁ θεόπνευϲτοϲ ὁ ἰατρόϲ, τὸν Ἀκύφαν γὰρ εἴρηκε (quis?) τὴν αἰτιατικήν. πρόϲκειται τῷ κανόνι κεἰ μὴ παραλήγοιτο τὸ ο »διὰ τὸ Ὀνόφαϲ, τοῦτο γὰρ τῷ ο παραλήγεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται.