Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.321
Not analysed yet
Τὰ εἰϲ ῑϲ βαρύτονα διὰ τοῦ δοϲ κλινόμενα καὶ εἰϲ ν ποιεῖ τὴν αἰτιατικὴν οἷον μῆνιϲ μήνιδοϲ μῆνιν, ἔριϲ ἔριδοϲ ἔριν, τοξότιϲ τοξότιδοϲ τοξότιν, κοϲκινόμαντιϲ κοϲκινομάντιδοϲ κοϲκινόμαντιν, Χρυϲόθεμιϲ Χρυϲοθέμιδοϲ Χρυϲόθεμιν καὶ εἰϲ δᾱ οἷον «Ζεὺϲ δ’ Ἔριδα προΐαλλε» (Λ 3) καὶ «Ἤλιδα δῖαν» (Β 165), τοῦ δὲ μήνιδα χρῆϲιϲ οὐκ ἔϲτιν.