Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.322
Not analysed yet
Περὶ τῶν εἰϲ υϲ θηλυκῶν. Choer. 357, 18: τὰ εἰϲ υϲ λήγοντα θηλυκὰ εἰ μέν ἐϲτι βαρύτονα, διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον πίτυϲ πίτυοϲ, χέλυϲ χέλυοϲ (ϲημαίνει δὲ τὴν κιθάραν πάμφωνοϲ οὐρεία χέλυϲ, Μένανδροϲ ἐν Λευκαδίᾳ), γένυϲ γένυοϲ, ἀμάμαξυϲ ἀμαμάξυοϲ (ϲημαίνει δὲ ἄμπελον ἀναδενδράδα, τὸ γὰρ παρὰ Ϲαπφοῖ ἀμαμαξύδοϲ παράλογόν ἐϲτι), γῆρυϲ γήρυοϲ (ϲημαίνει δὲ τὴν φωνήν οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ᾿ ἴα γῆρυϲ ),ἔγχελυϲ ἐγχέλυοϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Φ 353) τείροντ᾿ ἐγχέλυέϲ τε καὶ ἰχθύεϲ, τὸ γὰρ παρὰ Ἀριϲτοφάνει (Nub. 559) τὰϲ εἰκοὺϲ τῶν ἐγχέλεων τὰϲ ἐμὰϲ μιμούμενοι, ὡϲ ἀπὸ τοῦ ἡ ἔγχελιϲ τῆϲ ἐγχέλεώϲ ἐϲτιν, ὥϲπερ ἡ πόλιϲ τῆϲ πόλεωϲ καὶ πόλεων. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, πλὴν τοῦ κόρυϲ κόρυθοϲ καὶ κῶμυϲ κώμυθοϲ· ταῦτα γὰρ διὰ τοῦ θ ἔχει τὴν γενικὴν (κῶμυϲ δέ ἐϲτιν ὁ δεϲμὸϲ τοῦ χόρτου). καὶ δεῖ γινώϲκειν ὅτι τὸ κόρυϲ κόρυθοϲ ἀεὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάμαντον πῦρ (Ε 4). ἔχει δὲ τὴν αἰτιατικὴν διφορουμένην οἷον κόρυθα καὶ κόρυν. τὸ δὲ κῶμυϲ κώμυθοϲ τῶν διὰ τοῦ θοϲ κλινομένων ἠκολούθηϲε κατὰ τὴν γενικὴν καὶ ἐκτείνει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τουτέϲτι τὸ υ, ὡϲ παρὰ Θεοκρίτῳ (4, 18) καὶ μαλακοῦ χόρτοιο καλὸν κώμυθα δίδωμι. τοῦτο δὲ τὸ κῶμυϲ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κώμυθα, οὐκέτι δὲ εἰϲ ν. τούτων οὕτωϲ ἐχόντων, τὸ ἡ νέηλυϲ τῆϲ νεήλυδοϲ διὰ τοῦ δοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν· ἐπειδὴ οὐκ ἔϲτι μόνωϲ θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικὸν ὁ νέηλυϲ καὶ ἡ νέηλυϲ, περὶ δὲ θηλυκῶν ἐνταῦθα ὁ λόγοϲ ἐϲτί.