Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.324
Not analysed yet
Choer. 360, 9 (coll. 361, 8): τὰ εἰϲ ωϲ ὀξύτονα θηλυκὰ δύο ταῦτά ἐϲτι, τὸ αἰδῶϲ καὶ ἠώϲ, καὶ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον αἰδοῦϲ καὶ ἠοῦϲ, καὶ δι᾿ ὅλου κλίνεται ὥϲπερ τὰ εἰϲ ω θηλυκὰ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲι· τὸ δὲ δώϲ, ὃ ϲημαίνει τὴν δόϲιν, ὡϲ παῤ Ἡϲιόδῳ (opp. 354) δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δοτεῖρα, ὀξύνεται καὶ θηλυκόν ἐϲτιν· ἔϲτι δὲ ἄκλιτον διὰ ταύτην τὴν αἰτίαν. τὰ εἰϲ ωϲ μονοϲύλλαβα θηλυκὰ καὶ περιϲπᾶται καὶ κύριά ἐϲτιν οἷον ἡ Κῶϲ ἡ Γλῶϲ ἡ Κρῶϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων). ἐπειδὴ δὲ τὸ δώϲ θηλυκὸν καὶ μονοϲύλλαβον ὂν οὐκ ἔϲτι κύριον, ἀλλ᾿ οὕτε δὲ περιϲπᾶται, τούτου χάριν ἄκλιτόν ἐϲτιν. ἰϲτέον ὅτι τὸ αἰδὼϲ Φιλητᾶϲ ὁ διδάϲκαλοϲ Θεοκρίτου χωρὶϲ τοῦ ϲ προηνέγκατο εἰπὼν ἀγαθὴ δ᾿ ἐπὶ ἤθεϲιν αἰδώ. ἰϲτέον δὲ ὅτι παῤ Αἰολεῦϲι τὸ ἱδρώϲ θηλυκῶϲ λέγεται καὶ ἀναδέχεται κλίϲιν ἀκόλουθον θηλυκῷ γένει «ἁ δέ μ᾿ ἵδρωϲ κακχέεται» (Sapph. fr. 2 v. 13) ὅμοιον τῷ ἠώϲ. εἶτα γενικὴ «ἴδρωϲ ὀμφόρα ἀντὶ τοῦ ἱδροῦϲ ὡϲ μελάγχρωϲ ἀντὶ τοῦ μελάγχρουϲ καὶ «Μέλαγχροϲ αἴδωϲ ἄξιοϲ» (Alc. 13) ἀντὶ τοῦ αἰδοῦϲ.