Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.325
Not analysed yet
Choer. 360, 19: τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ καὶ τὰ περιϲπώμενα καὶ ἐπιδέχεται κλίϲιν ὁμοίαν τοῖϲ εἰϲ ω Ἀττικοῖϲ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲιν οἷον ἡ Κῶϲ τῆϲ Κῶ, ἡ Τλῶϲ τῆϲ Τλῶ, ἡ Κρῶϲ τῆϲ Κρῶ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων), ἡ Κέωϲ τῆϲ Κέω, ἡ Κῶϲ τῆϲ Κῶ (immo Κόωϲ —Κόω), ἡ Τέωϲ τῆϲ Τέω (ἔϲτι δὲ καὶ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλωϲ τῆϲ ἅλω (τὸ γὰρ ἅλωοϲ πταῖϲμα νεωτερικόν ἐϲτι· ϲημαίνει δὲ τὸ ἁλώνιον, δινομένην περὶ βουϲὶν ἐμὴν ἐφύλαττον ἅλωα παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, ϲημαίνει δὲ καὶ τὸ νεφελοειδὲϲ τὸ περὶ τὸν ἥλιον καὶ τὴν ϲελήνην), ἡ ἕωϲ τῆϲ ἕω (τοῦτο δὲ ϲημαίνει τὴν ἀνατολήν), ἡ γάλωϲ τῆϲ γάλω (τοῦτο δὲ κλίνεται καὶ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ).