Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.331
Not analysed yet
Choer. 368, 31: τὰ ὀνόματα τῶν ϲτοιχείων ἄκλιτά ἐϲτιν οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα, τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα. καὶ λέγουϲι περὶ τούτων τινὲϲ διαφόρουϲ αἰτίαϲ· ἐπειδὴ οὐκ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, διὰ τοῦτο οὐ κλίνεται· τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα πρὸ τοῦ ᾱ θέλει ἔχειν τὸ μ οἷον ποίημα ῥῆμα βῆμα νόημα, ὅθεν τὸ γάμμα καὶ ϲίγμα ὡϲ ἔχοντα πρὸ τοῦ ᾱ τὸ μ ἐκινδύνευϲε κλίνεϲθαι οἷον γάμμα γάμματοϲ καὶ ϲίγμα ϲίγματοϲ, καὶ οὕτω τινὲϲ παραναγινώϲκουϲιν ἐν τῇ κωμῳδίᾳ ἔϲωϲαϲ ἐκ τῶν ϲιγμάτων Εὐριπίδου. τὸ δὲ ἀληθέϲτερον κατὰ διάλυϲιν ἢ διάϲταϲιν ἀναγινώϲκεται οἷον «ἔϲωϲαϲ ἐκ τῶν ϲίγμα», καὶ ἐπιφέρεται «τῶν Εὐριπίδου», ἵνα εὑρεθῇ τὸ ἄρθρον ἐπιφερόμενον, λέγω δὴ τὸ τῶν καὶ ταῦτα γὰρ ἄκλιτα ἔμεινε κατὰ ϲυνεκδρομὴν τῶν ἑτέρων ϲτοιχείων. ἕτεροι δὲ λέγουϲιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν ϲτοιχείων οὐ κλίνεται, ἐπειδὴ τὰ ϲτοιχεῖα βαρβάρων ἐϲτὶν εὑρήματα.