Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.332
Not analysed yet
Choer. 371, 34: ἰϲτέον δὲ ὅτι κυρίωϲ οὐκ ἔχει κλητικὰϲ τὰ οὐδέτερα ἀλλὰ καταχρηϲτικῶϲ. τὰ γὰρ πολλὰ αὐτῶν ἄψυχά ἐϲτιν οἷον τὸ ξύλον, τὸ βέλοϲ, τὸ τεῖχοϲ· οὐ δεῖ δὲ τὰ ἄψυχα καλεῖν, ὁ γὰρ καλῶν διὰ τοῦτο καλεῖ τινα ἵνα ἐπιϲτρέψῃ πρὸϲ αὐτόν· τὰ δὲ ἄψυχα πῶϲ ἔχει ἐπιϲτρέφειν πρὸϲ τὸν καλοῦντα αὐτά; πρόϲκειται «τὰ πολλὰ αὐτῶν» διὰ τὸ γύναιον καὶ παιδίον, ταῦτα γὰρ ἔμψυχά ἐϲτιν.