Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.333
Not analysed yet
Πᾶϲα εὐθεῖα πληθυντικῶν τῶν οὐδετέρων εἰϲ ᾱ λήγει οἷον τὰ βήματα, τὰ ξύλα, τὰ δένδρα, τὰ φρέατα, τὰ μέτρα· εἰ δέ που εἰϲ η εὑρεθῇ καταλήγουϲα, γνῶθι ὅτι κατὰ κρᾶϲίν ἐϲτιν οἶον τὰ τείχεα τὰ τείχη, τὰ βέλεα τὰ βέλη. τὰ χρέα καὶ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα γέγονε κατὰ ϲυγκοπὴν τοῦ ε· οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι κατὰ κρᾶϲιν γέγονεν, ἐπειδὴ τὸ ᾱ ϲυνεϲταλμένον ἔχει οἷον «παλαιγενέων κλέα φωτῶν» (Apoll. Rh. l 1). τὸ δὲ χαλκᾶ καὶ χρυϲᾶ καὶ ὀϲτᾶ καὶ κανᾶ μηδεὶϲ οἰέϲθω ὡϲ ἀπὸ τοῦ χάλκεα καὶ χρύϲεα καὶ ὀϲτέα καὶ κάνεα γεγενῆϲθαι κατὰ κρᾶϲιν, ἐπειδὴ εἰϲ η ὤφειλε καταλήγειν, ὥϲπερ βέλεα βέλη, τείχεα τείχη. ἀλλ᾿ ἐϲτιν εἰπεῖν, ὅτι ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶϲιϲ οἷον χάλκεον χαλκοῦν, χρύϲεον χρυϲοῦν, κάνεον κανοῦν, ὀϲτέον ὀϲτοῦν καὶ λοιπὸν ἀπὸ τῆϲ κεκραμένηϲ ἑνικῆϲ εὐθείαϲ ἐγένετο ἡ κλίϲιϲ οἷον χαλκοῦν χαλκᾶ, χρυϲοῦν χρυϲᾶ, κανοῦν κανᾶ, ὀϲτοῦν ὀϲτᾶ.