Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.337
Not analysed yet
Εἴρηται καὶ δορόϲ καὶ δουρόϲ καὶ δούρατοϲ καὶ δόρατοϲ καὶ δόρεοϲ καὶ πέντε ἔχει δοτικὰϲ τὸ δόρυ δούρατι, δουρί, δόρει, δόρατι, δορί. ἡ δούρατι καὶ δόρατι πρόδηλοϲ καὶ ἡ δουρί καὶ δορί πεπονθυῖα. ἡ δόρει παρ’ Αἰϲχύλῳ ἐν Ἀγάμέμνονι (fort. Μέμνονι) «ϲὺν δόρει ϲτρατόν». ἔϲτιν ἡ εὐθεῖα δόρυ «δόρυ δ᾿ ἐν κραδίῃ ἐπεπήγει» (Ν 442) καὶ ὡϲ πῶϋ πώεοϲ γενική, δοτικὴ πώει, δόρυ δόρεοϲ δόρεϊ ϲυναλοιφῇ δόρει. ἡ δὲ δουρί οἷον παρ’ Ἀλκμᾶνι «δουρὶ ξυϲτῷ μέμηνεν Αἶαϲ» παρὰ τὴν δοῦραϲ εὐθεῖαν, ἐπεὶ ἀνάλογόϲ ἐϲτιν ὁμοίων παράθεϲιϲ. ἔχει δὲ αὕτη ἡ εὐθεῖα ὁμοίων παράθεϲιν κέραϲ καὶ τέραϲ. οὗ πληθυντικὸν ἀνάλογον δούρατα «δούρατα δ᾿ αἴ κ᾿ ἐθέλῃϲθα καὶ ἓν καὶ εἴκοϲι δήειϲ» (Ν 260), ἡ γενικὴ δούρατοϲ καὶ ἐν ϲυγκοπῇ δουρόϲ ὑφέϲει τοῦ ῡ δορόϲ ἐναντίον δορὸϲ ὀρνύμενοϲ Ἀχιλλέωϲ καὶ ἡ δοτικὴ «ϲὺν δορὶ ϲὺν ἀϲπίδι», ὅπερ Ἀριϲτοφάνηϲ παρενυφαίνει ἐν Εἰρήνῃ (355) ἐν Μώμῳ Ϲοφοκλέουϲ (scr. Ἀχαιοῦ) προκείμενον. αἱ δὲ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ᾿ οὖ δορόϲ καὶ δουρόϲ, κακίζονται.