Ancient Greek
2.338 to 2.339
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.338-339
Not analysed yet
Choer. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ᾿ ὑπερβιβαϲμὸν τοῦ ῡ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατοϲ καὶ δούρατοϲ γενέϲθαι κατὰ ἀποκοπὴν τῆϲ τοϲ ϲυλλαβῆϲ γοῦνα καὶ δοῦρα. Περὶ τῶν εἰϲ ον οὐδετέρων. Choer. 377, 24: τὰ εἰϲ ον οὐδέτερα εἰϲ οῡ ἔχει τὴν γενικὴν οἷον μέτρον μέτρου, ξύλον ξύλου, δένδρον δένδρου, πλέθρον πλέθρου. τὸ γὰρ βέλτιον βελτίονοϲ καὶ κρεῖττον κρείττονοϲ ἀπὸ τοῦ ὁ βελτίων τοῦ βελτίονοϲ καὶ ὁ κρείττων τοῦ κρείττονοϲ ἀρϲενικοῦ γέγονε καὶ δηλονότι τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐφύλαξεν.