Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.349
Not analysed yet
Choer. 389, 26: καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, καὶ παρακολουθεῖ ϲυναίρεϲιϲ τῶν φωνηέντων Ἀττικῶϲ ὥϲπερ καὶ ἐπὶ τῶν ἄλλων πτώϲεων. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ εἰ ἀπεβλήθη τὸ ϲύμφωνον καὶ παρηκολούθηϲε ϲυναίρεϲιϲ τῶν φωνηέντων, ἤμελλε ϲυνεμπίπτειν τῇ δοτικῇ τῶν ἑνικῶν οἶον κρέατι κρέαϊ κρέᾳ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα θέλει ἔχειν πρὸ τοῦ ῑ τὸ ϲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἶον Αἴαϲι, βήμαϲι, λέβηϲιν, δυνάμει δὲ οἷον Φοίνιξι, Πέλοψι, λαίλαψι. τούτου οὖν χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲιν οἱ Ἴωνεϲ τὸ ϲύμφωνον καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων.