Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.350
Not analysed yet
Choer. 386, 30: ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί ἐπὶ τῶν εἰϲ ᾱ ληγόντων οὐδετέρων μὴ ποιοῦϲιν οἱ Ἴωνεϲ ἀποβολὴν τοῦ τ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν τῶν φωνηέντων οἱ Ἀττικοὶ οἷον βῆμα βήματοϲ καὶ βήμωϲ, ὥϲπερ κρέατοϲ καὶ κρέωϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ὅτι τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε γίνεϲθαι καὶ εἰϲ οϲ οἷον γῆραϲ γῆροϲ, δέραϲ δέροϲ, κῶαϲ κῶοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν καθαρὰν γενικήν. τὰ δὲ εἰϲ ᾱ λήγοντα οὐδέτερα, ἐπειδὴ οὐ γίνεται καὶ εἰϲ οϲ, τούτου χάριν ὡϲ μὴ ἔχοντά τι μιμήϲαϲθαι οὐκ ἀποβάλλει τὸ τ Ἰωνικῶϲ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν ποιεῖ τῶν φωνηέντων Ἀττικῶϲ.