Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.35
Not analysed yet
Τὰ εἰϲ αϲ διϲύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἀρχομένην, ἢ ἀπὸ τοῦ ἀντιϲτοίχου, περιττοϲυλλάβωϲ κλίνεται οἷον γίγαϲ γίγαντοϲ, Βίβαϲ Βίβαντοϲ, Τεύθραϲ Τεύθραντοϲ, Πρόφραϲ Πρόφραντοϲ, Κάλχαϲ Κάλχαντοϲ. τούτῳ τῷ λόγῳ καὶ τὸ Μάμαϲ Μάμαντοϲ διὰ τοῦ ντ κλίνεται. δεῖ προϲθεῖναι τῷ κανόνι χωρὶϲ τῶν κ, π, τ, δ, διὰ τὸ Κώκαϲ Κώκα, καὶ Πάπαϲ Πάπα, καὶ Ταύταϲ Ταύτα, καὶ Δέρδαϲ Δέρδα.