Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.36
Not analysed yet
Τὰ εἰϲ αϲ τριϲύλλαβα παραληγόμενα διχρόνῳ ϲυνεϲταλμένῳ, ἀρχόμενα ἀπὸ τοῦ α, εἰ ἔχει ἄρχον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ ἕν τι τῶν μέϲων ἢ τὸ μ, περιττοϲυλλάβωϲ κλίνεται· οἷον ἀλίβαϲ ἀλίβαντοϲ, ὃ ϲημαίνει τὸ ὄξοϲ, Ἀθάμαϲ Ἀθάμαντοϲ, Ἀκράγαϲ Ἀκράγαντοϲ. τὸ Ϲακάδαϲ Ϲακάδα ἔχον τὸ δ ἰϲοϲυλλάβωϲ κλίνεται, καὶ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἄρχεται ἀπὸ τοῦ α, ἀλλ’ ἀπὸ τοῦ ϲ.