Ancient Greek
2.353 to 2.354
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.353-354
Not analysed yet
Choer. 388, 34: τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ τῆϲ οῑ διφθόγγου εἰϲ τὴν οῑ δίφθογγον, διὸ καὶ περιϲπᾶται. ἐὰν δὲ θελήϲωμεν λέγειν ὅτι κρᾶϲιϲ παρηκολούθηϲε τοῦ ᾱ καὶ ο εἰϲ τὸ ω, ὀφείλει διὰ τοῦ ω γενέϲθαι τοῖν κρεῷν προϲγραφομένου τοῦ ῑ· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ οῑ διφθόγγου ἐπίϲταται τὴν λέξιν. Τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶϲιν τῶν δύο ᾱᾱ εἰϲ ἕν ᾱ μακρόν, ὥϲπερ Ναυϲικάα Ναυϲικᾷ, τὸ γὰρ «κρέα λυγκὸϲ ἔταμνε» (Callia. Dien. 88) ἀπὸ τοῦ κρέατα γέγονε κατὰ ϲυγκοπὴν τῆϲ ατ ϲυλλαβῆϲ, ϲυνεϲταλμένον γὰρ ἔχει τὸ ᾱ.