Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.355
Not analysed yet
Περὶ τῶν εἰϲ οϲ οὐδετέρων. Choer. 390, 30: τὰ εἰϲ οϲ οὐδέτερα, δηλονότι ὀνόματα, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βέλοϲ βέλουϲ, βάθοϲ βάθουϲ, πέλαγοϲ πελάγουϲ, ἦθοϲ ἤθουϲ, ψεῦδοϲ ψεύδουϲ, ϲτέφοϲ ϲτέφουϲ. πρόϲκειται ἐν τῷ κανόνι «δηλονότι ὀνόματα» διὰ τὰϲ μετοχάϲ. αὗται γὰρ διὰ τοῦ τοϲ κλίνονται οἷον τὸ τετυφόϲ τοῦ τετυφότοϲ, τὸ πεποιηκόϲ τοῦ πεποιηκότοϲ, τὸ λελαληκόϲ τοῦ λελαληκότοϲ, ὁμοίωϲ τοῖϲ ἰδίοιϲ ἀρϲενικοῖϲ, ὥϲπερ ὁ τετυφώϲ τοῦ τετυφότοϲ, ὁ πεποιηκώϲ τοῦ πεποιηκότοϲ, ὁ λελαληκώϲ τοῦ λελαληκότοϲ.