Ancient Greek
2.38 to 2.42
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.38-42
Not analysed yet
Τὰ ἀπὸ τῶν εἰϲ αϲ ϲυντεθειμένα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν, οἷον Θόαϲ Θόαντοϲ Λυκοθόαϲ Λυκοθόαντοϲ, πᾶϲ παντόϲ ϲύμπαϲ ϲύμπαντοϲ, μέλαϲ μέλανοϲ παμμέλαϲ παμμέλανοϲ, τάλαϲ τάλανοϲ τριτάλαϲ τριτάλανοϲ. Τὰ εἰϲ αϲ παρὰ μετοχῆϲ τῆϲ εἰϲ αϲ ϲυντεθειμένα περιττοϲυλλάβωϲ κλίνεται, οἷον τλάϲ Ἄτλαϲ Ἄτλαντοϲ, βάϲ Ἄβαϲ Ἄβαντοϲ, φάϲ Περίφαϲ Περίφαντοϲ ὡϲ ϲτάϲ περίϲταϲ περίϲταντοϲ. τὰ εἰϲ αϲ ἀπὸ βαρυτόνου ῥήματοϲ ϲυντεθειμένα περιττοϲυλλάβωϲ κλίνεται, οἶον λείβω ἀλίβαϲ ἀλίβαντοϲ (ϲημαίνει δὲ τὸ ὄξοϲ), φείδομαι Ἀφείδαϲ Ἀφείδαντοϲ, κάμνω Ἀκάμαϲ Ἀκάμαντοϲ, δάμνω Πολυδάμαϲ Πολυδάμαντοϲ. Τὰ εἰϲ αϲ ἀπὸ περιϲπωμένου ῥήματοϲ ϲυντεθειμένα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ἀλοιῶ (ϲημαίνει δὲ τὸ τύπτω) πατραλοίαϲ πατραλοία, βῶ (τὸ πορεύομαι) Ἰόβαϲ Ἰόβα, πίπῳ (ϲημαίνει δὲ τὸ περιβλέπομαι) παρθενοπίπαϲ παρθενοπίπα. Τὰ εἰϲ αϲ ἀπὸ θηλυκῶν ϲυντεθειμένα ἰϲοϲυλλάβωϲ κλίνεται οἰον φαρέτρα εὐφαρέτραϲ εὐφαρέτρα, θήρα θυννοθήραϲ θυννοθήρα, βία Εὐρυβίαϲ Εὐρυβία, ἀγορά Πυθαγόραϲ Πυθαγόρα, ἀνία Παυϲανίαϲ Παυϲανία. Τὰ εἰϲ αϲ περιϲπώμενα δύο κλίϲειϲ ἐπιδέχεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μηνᾶϲ Μηνᾶ, καὶ περιττοϲυλλάβωϲ, οἷον πελεκᾶϲ πελεκᾶντοϲ· χωρὶϲ τῶν Ἰωνικῶϲ ἐκφερομένων διὰ τοῦ δοϲ, οἷον Βιττᾶϲ Βιττᾶδοϲ, Κυρᾶϲ Κυρᾶδοϲ, ἔϲτι δὲ ὀνόματα κύρια.