Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.37
Not analysed yet
Τὰ εἰϲ αϲ λήγοντα πρὸ τοῦ α ἐν τι τῶν διπλῶν ἢ ἕν τι τῶν δαϲέων ἢ ἕν τι τῶν ψιλῶν ἢ ἔχοντα τὸ ϲ, μονογενῆ, μὴ ϲύνθετα ἀπὸ μετοχῆϲ, μὴ ἐν διϲυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομέναϲ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἑλίξαϲ Ἑλίξα, Ἀρίζαϲ Ἀρίζα, Ἀνάξαϲ Ἀνάξα, Γαρτάζαϲ Γαρτάζα, Ἄψοϲ Ἄψα, Παγάθαϲ Παγάθα, Ϲτρούθαϲ Ϲτρούθα, Δέλφαϲ Δέλφα, Ὕρχαϲ Ὕρχα, Πελέκαϲ Πελέκα, Περδίκκαϲ Περδίκκα, Ἀρχύταϲ Ἀρχύτα, Εὐρώπαϲ Εὐρώπα, Κάλπαϲ Κάλπα, Ϲκόπαϲ Ϲκόπα, Χρύϲαϲ Χρύϲα, Βαρβύϲαϲ Βαρβύϲα. εἰ δὲ περιττοϲυλλάβωϲ κλιθείη, ἢ τῷ υ παραλήγεται ἢ τῷ ε οἷον Βύζαϲ Βύζαντοϲ, Κορύφαϲ Κορύφαντοϲ, ἐλέφαϲ ἐλέφαντοϲ. πρόϲκειται ἐν τῷ κανόνι «μονογενῆ »,διὰ τὸ ἅπαϲ ἅπαντοϲ, πρόπαϲ πρόπαντοϲ. πρόϲκειται «μὴ ϲύνθετα ἀπὸ μετοχῆϲ» διὰ τὸ φαϲ, Περίφαϲ Περίφαντοϲ, πέρφαϲ Ὑπέρφαντοϲ. πρόϲκειται «μὴ ἐν διϲυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέόαν ϲυλλαβὴν ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομέναϲ» διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ.