Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.48
Not analysed yet
Choer. 108, 17: δεῖ γινώϲκειν ὅτι ἐν τοῖϲ δυϊκοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· ὀρθὴν γὰρ καὶ αἰτιατικὴν ὁμοῦ λέγομεν, καὶ γενικὴν καὶ δοτικὴν πάλιν ὁμοῦ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυικοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· καὶ ἔϲτιν εἰπεῖν ὅτι τὰ δυϊκὰ ὑϲτερογενῆ ἐϲτιν, ὅθεν πολλάκιϲ καὶ τοῖϲ πληθυντικοῖϲ κεχρήμεθα ἀντὶ τῶν δυικῶν ἐν τῇ κοινῇ διαλέκτῳ. ὅτι γὰρ ὑϲτερογενῆ ἐϲτι τὰ δυϊκὰ δῆλον ἀφ’ ὧν οὐ πᾶϲαι αἱ διάλεκτοι ἔχουϲι δυϊκά· ἰδοὺ γὰρ οἱ Αἰολεῖϲ οὐκ ἔχουϲι δυικά, ὅθεν οὐδὲ οἱ Ῥωμαῖοι, ἄποικοι ὄντεϲ τῶν Αἰολέων, κέχρηνται τῷ δυικῷ ἀριθμῷ. ἐπειδὴ οὖν τὰ δυϊκὰ ὑϲτερογενῆ ἐϲτι καὶ . διὰ τῶν πληθυντικῶν, ὡϲ εἴρηται, πολλάκιϲ ἀναπληροῦται παρὰ τῇ κοινῇ διαλέκτῳ, εἰκότωϲ οὐκ ἔχει πλατείαϲ φωνάϲ.