Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.49
Not analysed yet
Choer. 109, 11: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυϊκοῖϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν ὁμοῦ, καὶ γενικὴν καὶ δοτικὴν ὁμοῦ λέγομεν, καὶ πάλιν καὶ μὴ τυχὸν ὀρθὴν καὶ γενικὴν λέγομεν καὶ δοτικὴν καὶ αἰτιατικήν. καὶ ἔϲτιν εἰπεῖν εὐλόγωϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν, ἐπειδὴ ϲυγγένειαν ἔχει ἡ ὀρθὴ πρὸϲ τὴν αἰτιατικήν, καὶ δῆλον ἐκ τῶν οὐδετέρων· καὶ γὰρ ἐν τοῖϲ οὐδετέροιϲ τὴν αὐτὴν λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα. δεικνύομεν δὲ καὶ ἀπὸ τούτων τῆϲ εὐθείαϲ τὴν ϲυγγένειαν πρὸϲ τὴν αἰτιατικήν, καὶ τῆϲ γενικῆϲ πρὸϲ τὴν δοτικήν. ἰδοὺ γὰρ ἔϲτιν ἄνθρωποϲ καὶ Ὅηροϲ καὶ ταῦτα πρόπαροξύνεται κατὰ τὴν εὐθεῖαν· ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ πρὸ μιᾶϲ ἔχει τὸν τόνον, τουτέϲτι παροξύνεται, οἷον ἀνθρώπου ἀνθρώπῳ, Ὁμήρου Ὁμήρῳ· καὶ ἰδοὺ ἡ γενικὴ καὶ δοτικὴ τὸν αὐτὸν ἔχουϲι τόνον. ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν γίνεται, τουτέϲτι προπαροξύνεται, οἷον ἄνθρωπον Ὅμηρον, ὥϲπερ ἄνθρωποϲ Ὅμηροϲ· καὶ ἰδοὺ εὑρίϲκεται ἡ μὲν δοτικὴ ἔχουϲα τὴν ὁμοιότητα πρὸϲ τὴν γενικήν, ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν. διὰ τοῦτο οὖν ἐν τοῖϲ δυϊκοῖϲ λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν ὁμοῦ, καὶ πάλιν γενικὴν καὶ δοτικήν.