Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.51
Not analysed yet
Choer. 111, 25: πᾶϲα εὐθεία δυικῶν εἰϲ ε λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον Αἴαντε Αἴαντεϲ, μύε μύεϲ, χάριτε χάριτεϲ, ἀϲπίδε ἀϲπίδεϲ. χωρὶϲ τῶν οὐδετέρων, τὼ βήματε γὰρ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰϲ ε, καὶ ὅμωϲ οὐ ποιεῖ προϲέϲει τοῦ ϲ τὴν εὐθεῖαν τῶν πληθυντιῶν, τὰ βήματα γὰρ ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰϲ α.