Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.50
Not analysed yet
Choer. 110, 17: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ἡ αὐτή ἐϲτιν ὀρθὴ καὶ κλητικὴ οἷον τὼ Αἴαντε ὦ Αἴαωτε, οἱ Αἴαντεϲ ὦ Αἴαντεϲ, ἐπὶ δὲ τοῖϲ ἑνικοῖϲ οὐ πάντωϲ, ἔϲτι γὰρ ὅτε διαλλάϲϲουϲιν οἷον ὁ Αἶαϲ ὦ Αἶαν, καὶ ἔϲτιν ὅτε ὁμοφωνοῦϲιν οἷον ὁ Λάχηϲ ὤ Λάχηϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι τῆϲ μὲν γενικῆϲ μήτηρ ἐϲτὶν ἡ εὐθεῖα, ἐξ αὐτῆϲ γὰρ τίκτεται ἡ γενική, τῶν δὲ ἄλλων πτώϲεων μήτηρ ἐϲτὶν ἡ γενική. ἐπειδὴ οὖν ἐν τοῖϲ δυϊκοῖϲ ἕν ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὲ τὸ ν, οἷον τοῖν Αἰάντοιν, ταῖν Ἑλέναιν, ὁμοίωϲ δὲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ ἀεὶ τὸ αὐτό ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὴ τὸ ν, οἷον τῶν Αἰάντων, τῶν μουϲῶν, εἰκότωϲ ἐπειδὴ οὐκ ἐγένετο διάφοροϲ ἡ γενικὴ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν, οὐδὲ ἡ κλητικὴ διάφοροϲ γέγονεν, ἐν δὲ τοῖϲ ἑνικοῖϲ ἐπειδὴ οὐκ ἔϲτιν ἓν τὸ τελικὸν τῆϲ γενικῆϲ (ποτὲ μὲν γὰρ ἐϲτι τὸ ϲ οἷον Αἴαϲ Αἴαντοϲ, ποτὲ δὲ τὸ υ οἷον κοχλίαϲ κοχλίου, ποτὲ δὲ τὸ α οἷον Μηνᾶϲ Μηνᾶ), εἰκότωϲ ἐπειδὴ τῆϲ γενικῆϲ τῆϲ ἐν τοῖϲ ἑνικοῖϲ οὐκ ἔϲτιν ἡ κατάληξιϲ μία ,ἀλλὰ διάφοροϲ, καὶ ἡ κλητικὴ ὁμοίωϲ ἐν τοῖϲ ἑνικοῖϲ πολλάκιϲ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν διάφοροϲ γίνεται· οἱ μέν τοι Ἀττικοὶ τὰϲ αὐτὰϲ καὶ ἐπὶ τῶν ἑνικῶν εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον Αἴαϲ ὦ Αἴαϲ Αἴαϲ, δεύτερόν ϲε προϲφωνῶ (immo προϲκαλῶ) (Soph. Ai. 89), οὗτοϲ ὤ οὖτοϲ, ἥλιοϲ ὦ ἥλιοϲ Ἠέλιόϲ θ’ ὅϲ πάντ’ ἐφορᾷϲ καὶ πάντ’ ἐπακούειϲ (Γ 277) ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν εἰώθαϲιν οἱ Ἀττικοὶ ποιεῖν τὰϲ αὐτὰϲ ὀρθὰϲ καὶ κλητικάϲ· καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ ἐπὶ τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὥϲπερ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, τούτου χάριν καὶ ἐν τοῖϲ ἑνικοῖϲ τὴν αὐτὴν ὀρθὴν καὶ κλητικὴν ποιοῦϲιν, ἵνα καὶ ἐπὶ αὐτοῖϲ ἡ αὐτὴ ἀκολουθία φυλαχθῇ. ἄλλωϲ τε δὲ πέντε τελικά ἐϲτι τῶν ἀρϲενικῶν ὀνομάτων ϲτοιχεῖα, ν, ξ, ρ, ϲ, ψ· τὰ μὲν οὖν ἀπὸ τῶν εἰϲ ν, ξ, ρ, ψ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Πλάτων 5 Πλάτων, Φοῖνιξ ὦ Φοῖνξ, Ἕκτωρ ὦ Ἕκτορ, Πέλοψ ὦ lΠέλοψ· τὰ δὲ ἀπὸ τῶν εἰϲ ϲ οὐ πάντωϲ ἔχει τὸ αὐτὸ ϲύμφωνον ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Αἴαϲ ὦ Αἶαν, ὁ Χρύϲηϲ ὦ Χρύϲη. τούτου οὖν χάριν οἱ Ἀττικοὶ τὰϲ αὐτὰϲ ὀρθὰϲ καὶ κλητικὰϲ ποιοῦϲιν, ἵνα καὶ ἐπὶ τῶν εἰϲ ϲ ληγόντῶν εὑρεθῇ ἡ κλητικὴ τὸ αὐτὸ ϲύμφωνον ἔχουϲα ὅπερ καὶ ἡ εὐθεῖα.