Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.57
Not analysed yet
Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινομένων. Choer. 121, 23: πᾶϲα γενικὴ ἰϲοϲυλλάβωϲ κλινομένη μακροκαταληκτεῖν θέλει οἷον ἄνθρωποϲ ἀνθρώπου. Ὅμηροϲ Ὁμήροῦ, δίψα δίψηϲ. μοῦϲα μούϲηϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. Ἀπάμεια Ἀπαμείαϲ, Μήδεια Μηδείαϲ· αἱ πατρόϲ καὶ μητρόϲ γενικαὶ ἰϲοϲυλλαβοῦϲαι ταῖϲ ἰδίαιϲ εὐθείαιϲ, καὶ μή μακροκαταληκτοῦϲαι, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται. ἰϲοϲυλλάβωϲ· πατήρ γὰρ πατέροϲ ἦϲαν καὶ μήτηρ μητέροϲ, καὶ κατὰ ϲυγκοπὴν τοῦ ε γεγόναϲι πατρόϲ καὶ μητρόϲ, καὶ λοιπὸν ἡ ϲυγκοπὴ γέγονεν αἰτία τῆϲ κλίϲεωϲ.