Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.58
Not analysed yet
Choer. 120, 9: ἐπὶ τῶν εἰϲ αϲ βαρυτόνων ἐὰν εὕρωμεν εἰϲ α τὴν γενικὴν οἶον τοῦ Παπία καὶ τοῦ κοχλία, Δωρικὴν αὐτὴν λέγομεν, τῇ κοινῇ διαλέκτῳ ϲυνήθη γενομένην ἐπὶ δὲ τῶν εἰϲ αϲ περιϲπωμένων ἐὰν εἰϲ α εὕρωμεν τὴν γενικήν, οὐκέτι Δωρικὴν αὐτὴν λέγομεν, ἀλλὰ. κοινὴν οἷον ὁ Μηνᾶϲ τοῦ Μηνᾶ, ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ, ὁ μητρᾶϲ τοῦ μητρᾶ. δεῖ γινώϲκειν ὅτι τὸ Αἰνείαϲ Αἰνείου Αἰνεία λέγουϲιν οἱ Δωριεῖϲ διὰ μακροῦ τοῦ α, οἱ δὲ Βοιωτοὶ Αἰνείαο προϲτιθέντεϲ τὸ ο, οἱ δὲ ωνεϲ Αἰνείεω, τὸ α εἰϲ ε τρέποντεϲ καὶ τὸ ο εἰϲ ω. ἰϲτέον δὲ ὅτι τὸ Αἰνείαο ἐκτείνεται κατὰ τὴν παραλήγουϲαν. πᾶϲα γὰρ γενικὴ ὀνόματοϲ εἰϲ φωνῆεν λήγουϲα καὶ περιττοϲυλλαβοῦϲα τῆϲ ἰδίαϲ εὐθείαϲ ἐκτείνει τὴν λήγουϲαν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον Ἀτρείδεω, Πριαμίδεω· ἢ ϲυϲτέλλει τὴν λήγουϲαν καὶ ἐκτείνει τὴν παραλήγουϲαν οἷον καλοῖο, ϲοφοῖο, Πριάμοιο, ποταμοῖο, ὠκεανοῖο. εἰ οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε τὴν τελευταίαν ϲυλλαβήν, ἀνάγκην ἔχει τὴν παραλήγουϲαν ἐκτεῖναι.