Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.60
Not analysed yet
Choer. 121,9 et 123, 1: πᾶϲα γενικὴ ἰϲοϲυλλαβοῦϲα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰϲ ι ἀνεκφώνητον λήγουϲαν —οἷον ὁ Πέρϲηϲ τοῦ Πέρϲου τῷ Πέρϲῃ, Αἰνείαϲ Αἰνείου Αἰνείᾳ, Μήδεια Μηδείαϲ Μηδείᾳ, Ὅμηροϲ Ὁμήρου Ὁμήρῳ. χωρὶϲ τῶν εἰϲ υϲ ὑποκοριϲτικῶν, τὰ γὰρ εἰϲ υϲ ὑποκοριϲτικὰ ἔχει τὴν γενικὴν ἰϲοϲύλλαβον τῇ εὐθείᾳ, καὶ ὅμωϲ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν οἷον ὁ Διονῦϲ τοῦ Διονῦ τῷ Διονῦ, ὁ Καμμῦϲ τοῦ Καμμῦ τῷ Καμμῦ, ὁ Λαρδῦϲ τοῦ Λαρδῦ τῷ Λαροῦ, ὁ Κλαυϲῦϲ τοῦ Κλαυϲῦ τῷ Κλαυϲῦ. τούτων γὰρ αἱ δοτικαὶ χωρὶϲ τοῦ ι εἰϲίν. οὐκ ἠδύνατο γὰρ ταῦτα τὰ ὀνόματα ἔχειν ἐν τῇ δοτικῇ τὸ ι, ἐπειδὴ οὐδέποτε ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται, οἷον μυῖα, ἅρπυια, υἱόϲ ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϋ κατατεθνειῶτι μάχεϲθαι (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετρεῖται, ὥϲπερ ἐν τῷ χρυϲέῳ ἀνὰ ϲκήπτρῳ (Α 5) τὸ ε καὶ τὸ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετρεῖται, οἶον χρυϲῷ.