Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.61
Not analysed yet
Choer. 123, 26: ἰϲτέον δὲ ὅτι οὐ μόνον τὰ εἰϲ υϲ ὑποκοριϲτικὰ ϲημειούμεθα ἐν τῷ κανόνι, ἀλλὰ καὶ τὰ εἰϲ ιϲ περιϲπώμενα· ταῦτα γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ κομβῖϲ τοῦ κομβῖ. ἰδοὺ ἡ δοτικὴ οὐκ ἔχει ἀνεκφώνητον τὸ ι, ἀλλ’ ἐκφωνούμενον οἶον τῷ κομβῖ, ἐπειδὴ οὕτε τὸ η ἔχει οὔτε τὸ ω οὕτε τὸ α μακρόν, ἀλλὰ τὸ ι· τότε δὲ τὸ ι ἀνεκφώνητόν ἐϲτι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ. ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ ὄνομα τοῦτο, οὐκ ἔχει γὰρ ἄλλο ὅμοιον αὐτῷ ἐν χρήϲει.