Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.63
Not analysed yet
Choer. 126, 2: ἐπὶ τῶν ἰϲοϲυλλάβωϲκλινομένων ἡ αἰτιατικὴ ἰϲοϲύλλαβόϲ ἐϲτι τῇ εὐθείᾳ, οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν, ὁ κοχλίαϲ τοῦ κοχλίου τῷ κοχλίᾳ τὸν κοχλίαν, ὁ Χρύϲηϲ τοῦ Χρύϲου τῷ Χρύϲῃ τὸν Χρύϲην, καὶ ἐπὶ τῶν εἰϲ υϲ καὶ ἐπὶ τῶν εἰϲ ουϲ καὶ ἐπὶ τῶν ἐχόντων τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενον οἷον βότρυϲ βότρυοϲ βότρυν, ϲτάχυϲ ϲτάχυοϲ ϲτάχυν, χροῦϲ χροόϲ χροῦν, ὄφιϲ ὄφιοϲ ὄφιν, πόλιϲ πόλιοϲ πόλιν, μάντιϲ μάντιοϲ μάντιν.