Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.64
Not analysed yet
Πᾶϲα εὐθεῖα ἑνικῶν μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικήν, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰϲοϲύλλαβον, εἰϲ ν αὐτὴν ἔχει λήγουϲαν οἷον ἡ μοῦϲα τὴν μοῦϲαν, ἡ Μήδεια τὴν Μήδειαν, ἡ τιμή τὴν τιμήν, ἡ Ἀλφροδίτη τὴν Ἀφροδίτην, ἡ ϲοφή τὴν ϲοφήν, καλόϲ καλόν, ἰχθῦϲ ἰχθῦν. πρόϲκειται «μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικὴν »διὰ τὸ εὐφυήϲ εὐφυῆ, ὑγιήϲ ὑγιῆ, εὐϲεβήϲ εὐϲεβῆ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ καὶ. ἀφυᾶ καὶ ὑγιᾶ. ἀπὸ γὰρ τοῦ εὐφυέα καὶ ὑγιέα γέγονε κατὰ κρᾶϲιν —καὶ διὰ τὸ ἱδρῶ «ἱδρῶ ἀπεψύχοντο »(Χ 2) ἰδοὺ γὰρ ἔϲτιν ἱδρώϲ ἱδρῶτοϲ ἱδρῶτα καὶ γίνεται κατὰ πάθοϲ ἤγουν κατὰ ἀποκοπὴν ἱδρῶ.