Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.68
Not analysed yet
Τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ὡϲ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ι τὴν εὐθεῖαν τῶν πληθυντικῶν ποιεῖ οἷον τ κοχλία, οἱ κοχλίαι, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ μούϲα αἱ μοῦϲαι, τὰ Ἑλένα αἱ Ἑλέναι. δεῖ δὲ πάλιν εἰδέναι ὅτι ἅμα τῇ προϲθήκῃ τοῦ ι ϲυϲτέλλεται τὸ α, διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρὸν ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι. πᾶϲα γενικὴ πληθυντικῶν εἰϲ ων λήγει ἐπὶ παντὸϲ γένουϲ οἶον τῶν Αἰάντων, τῶν μουϲῶν, τῶν βημάτων.