Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.67
Not analysed yet
Choer. 129, 11: πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον τῶ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ μούϲα ταῖν μούϲαιν, τὰ Ἑλένα ταῖν Ἑλέναιν. δεῖ δὲ γινώϲκειν ὅτι τῇ προϲθήκῃ τοῦ ι καὶ τοῦ ν ϲυϲτέλλεται τὸ α, καὶ διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρόν ἤμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ἐμάθομεν δὲ ὅτι τὸ ι, ἡνίκα ἐρέθῃ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῷ Αἰνείᾳ.