Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.7
Not analysed yet
Τὰ εἰϲ βαϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν ἡ εἰϲ τὸ ρ περιττοϲυλλάβωϲ κλίνεται οἷον Φόρβαϲ Φόρβαντοϲ, Κύρβαϲ Κύρβαντοϲ, Θίϲβαϲ Θίϲβαντοϲ, λυκάβαϲ λυκάβαντοϲ. εἰ δὲ μὴ οὕτω ἔχοι, ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Χάλβαϲ Χάλβα, Ῥήβαϲ Ῥήβα, Ἰόβαϲ Ἰόβα. ἰϲτέον ὅτι ἐϲτί τινα εἰϲ βαϲ. ὀφείλοντα κλίνεϲθαι περιττοϲυλλάβωϲ, ἤγουν διὰ τοῦ ντ, καὶ ὅμωϲ ἰϲοϲυλλάβωϲ κλινόμενά ἐϲτι ταῦτα, Ϲκρίβαϲ Ϲκρίβα, Ἴβαϲ Ἴβα, Ψευδαρτάβαϲ Ψευδαρτάβα, Ἀννίβαϲ Ἀννίβα. τοῦτο δὲ ϲυϲτέλλει τὸ ι, τὸ δὲ Ἀλύβαϲ καὶ ϲυϲτέλλει καὶ ἐκτείνει τὸ δίχρονον ἐν τῇ παραληγούϲῃ, καὶ ὅμωϲ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Ἀλύβαντοϲ (ἔϲτι δὲ ἔθνοϲ).