Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.8
Not analysed yet
Τὰ εἰϲ γαϲ λήγοντα διϲύλλαβα μόνωϲ κύρια ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα (τὸ κύριον ὄνομα, τοῦ γὰρ ἐπιθέτου μεγάλου ἡ γενικὴ Ϲάγγαϲ Ϲάγγα, Ἄλγοϲ Ἄλγα. πρόϲκειται «μόνωϲ κύρια» διὰ τὸ γίγαϲ γίγαντοϲ καὶ Βρίγαϲ Βρίγαντοϲ· ταῦτα γὰρ οὐϲ ἔϲτι μόνωϲ κύρια· τὸ μὲν γὰρ γίγαϲ ἐϲτὶ καὶ κύριον καὶ προϲηγορικὸν καὶ ἐθνικόν, τὸ δὲ Βρίγαϲ ἐϲτὶ κύριον καὶ ἐθνικόν ἔθνοϲ γὰρ οἱ Βρίγαντεϲ. ϲεϲημείωται τὸ Ϲάλγαϲ Ϲάλγαντοϲ, τοῦτο γὰρ μόνον κύριον περιττοϲυλλάβωϲ κλιθέν.