Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.70
Not analysed yet
Choer. 130, 28: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ αι δίφθογγον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον κοχλίαι κοχλίαϲ, Αἰνεῖαι Αἰνείαϲ, Ἀτρεῖδαι Ἀτρείδαϲ, μοῦϲαι μούϲαϲ, Ἑλέναι Ἑλέναϲ, Ἀφροδίται Ἀφροδίταϲ. δεῖ δὲ εἰδένα ὅτι ἅμα τῇ τροπῇ τοῦ ι εἰϲ ϲ ἐκτείνεται τὸ α, θέλει γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἰϲοχρονεῖν τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ τὸ ἕ βραχύ ἐϲτιν, ἀλλὰ καὶ Αἴανταϲ τὸ α βραχύ· ὁμοίωϲ πάλιν οἱ ἄνθρωποι, ἡ οι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ ἀνθρώπουϲ ἡ ουϲ μακρὰ ὁμοίωϲ, καὶ κοχλίαι ἡ αι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ κοχλίαϲ τὸ αϲ μακρὸν ὁμοίωϲ. χωρὶϲ τῶν Δωρικῶν· ϲυϲτέλλεται γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν παρὰ τοῖϲ Δωριεῦϲιν ἐπὶ τῶν ἐχόντων τὴν εὐθεῖαν τῶν πληθυντικῶν εἰϲ τὴν αι δίφθογγον λήγουϲαν, οἷον τοῦ κοῦραι κοῦροϲ, καὶ τὸ ὄγχναι ὄγχναϲ.