Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.71
Not analysed yet
Περὶ τῶν εἰϲ ειϲ. Choer. 198, 20: τὰ εἰϲ ειϲ μονοϲύλλαβα ὀνόματα ἀρϲενικὰ διὰ τοῦ νοϲ κλίνεια, οἷον κτείϲ κτενόϲ, εἰϲ ἑνόϲ, δείϲ δενόϲ, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ λέγεται καὶ οὐδείϲ καὶ μηδείϲ. πρόϲκειται μονοϲύλλαβα »διὰ τὰ ὑπὲρ μίαν ϲυλλαβήν, διὰ τὸ χαρίειϲ χαρίεντοϲ. πρόϲκειται «ὀνόματα διὰ τὰϲ μονοϲυλλάβουϲ μετοχάϲ, αὗται γὰρ διὰ τοῦ ν κλίνεται οἷον θείϲ θέντοϲ, εῖϲ ἕντοϲ, ἐξ οὐ τὸ ἀφείϲ ἀφέντοϲ, ϲημαίνει δὲ τὸ ἀπολύϲαϲ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ κλειδόϲ· τοῦτο γὰρ διὰ τοῦ δοϲ κλίνεται καὶ οὐ διὰ τοῦ νοϲ, ἀλλ’οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. εὐλόγωϲ δὲ ταῦτα τὰ μονοϲύλλαβα οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ ’οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν οὐδὲ γὰρ λέγομεν τὸ κτέν ὥϲπερ τὸ ἕν. ἐπειδὴ οὖν οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν τὸ κτείϲ, τούτου χάριν οὐ κλίνεται διὰ τοῦ ντ. τὰ γὰρ εἰϲ ειϲ ἀρϲενικά, μὴ ὄντα κύρια, ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, οἷον χαρίειϲ χαρίεν, τιμήειϲ τιμῆεν, εἰϲ ἕν, δείϲ δέν, ἐξ οὐ τὸ οὐδέν καὶ τὸ μηδέν. τὸ οὖν κτείϲ μὴ ὂν κύριον ἀλλὰ προϲηγορικόν, καὶ μὴ ποιοῦν οὐδετέρου παραϲχηματιϲμόν, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα, παρήλλαξε καὶ κατὰ τὴν κλίϲιν, καὶ οὐ κλίνεται διὰ τοῦ ντ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ· τοῦτο γὰρ οὐ ποιεῖ οὐδέτερον εἰϲ εν ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. πρόϲκειται «μὴ ὄντα κύρια »διὰ τὸ Ϲιμόειϲ (ἔϲτι δὲ ὄνομα κύριον ποταμοῦ τῆϲ Τροίαϲ), τοῦτο οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν. ταῦτα μὲν περὶ τοῦ κτείϲ τὸ δὲ θείϲ δενόϲ, ἐπειδὴ ἐνομίϲθη ταυτὸν εἶναι τῷ εἰϲ ἑνόϲ, εἰκότωϲ οὐ κλίνεται διὰ τοῦ ν ἀλλὰ διὰ μόνου τοῦ ν, ὁμοίωϲ τοῦ εἰϲ ἑνόϲ. τὸ δὲ μείϲ, ὃ ϲημαίνει τὸν μῆνα οἷον ὁ δ’ ἕβδομοϲ εἰϲτήκει μείϲ (Τ 117), διὰ τοῦτο οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ μήν ἦν, καὶ Αἰολικῶϲ ἐγένετο μείϲ διὰ τῆϲ ει διφθόγγου, καὶ λοιπὸν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν.