Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.74
Not analysed yet
Choer. 202, 26. τὰ εἰϲ ειϲ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα διὰ τοῦ ντ κλίνεται οἷον χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ. πρόϲκειται «κοινολεκτούμενα» ἐπειδὴ οἱ Βοιωτοὶ τὰ εἰϲ ηϲ λήγοντα διὰ τοῦ η περιττοϲυλλάβωϲ κλινόμενα, εἴτε βαρύτονα ᾖ εἴτε ὀξύτονα, μεταποιοῦϲιν εἰϲ τὴν ε δίφθογγον καὶ φυλάττουϲι τὴν αὐτὴν κλίϲιν, οἷον λέβηϲ λέβητοϲ λέβειϲ, πένηϲ πένητοϲ πένειϲ, ἀφανήϲ ἀφανοῦϲ ἀφανείϲ, εὐγενήϲ εὐγενοῦϲ εὐγενείϲ. ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, εἰ ἄρα τὰ εἰϲ ειc ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ντ κλίνεται, πῶϲ τὸ οὐδεὶϲ οὐδενόϲ οὐ κλίνεται διὰ τοῦ ντ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔϲτι τοῦτο ὑπὲρ μίαν ϲυλλαβήν, οὐδέ ἐϲτι γὰρ μία λέξιϲ ἀλλὰ δύο. ἔϲτι γὰρ τὸ δείϲ ὄνομα, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, καὶ ἡ οὐ ἀπόφαϲιϲ, καὶ λοιπὸν εὐλόγωϲ ἡ κλίϲιϲ τοῦ δείϲ δενόϲ ἐφυλάχθη. ὥϲπερ γὰρ τῷ Ὅμηρὸϲ ὀνόματι ἤ τινι τοιούτῳ ϲυντάϲϲοντεϲ τὴν οὐ ἀπόφαϲιν φυλάττομεν τὴν αὐτὴν κλίϲιν οἷον οὐχ Ὅμηροϲ, οὐχ Ὁμήρου, οὐχ Ὁμήρῳ, οὐχ Ὅμηρον, οὕτωϲ καὶ ἐνταῦθα προϲελθοῦϲα ἡ οὐ ἀπόφαϲιϲ τῷ δείϲ δενόϲ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον οὐδείϲ οὐδενόϲ.