Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.73.1
Not analysed yet
Ἰϲτέον ὅτι τὸ εἰϲ διὰ τοῦ ν ὤφειλε κλίνεϲθαι, ὡϲ ἔχον οὐδέτερον` τὸ ἕν. τὰ γὰρ εἰϲ ειϲ ἔχοντα οὐδέτερον εἰϲ εν διὰ τοῦ ντ θέλει κλίνεϲθαι, οἷον χαρίειϲ χαρίεντοϲ ὅτι χαρίεν, τιμήειϲ τιμήεντοϲ ὅτι τιμῆεν, δαφνήειϲ δαφνήεντοϲ ὅτι δαφνῆεν, οὕτωϲ οὖν ὤφειλεν εἶναι εἰϲ ἑντόϲ ὅτι τὸ ἕν. ἀλλ’ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον τὸ ἀλήτηϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἀλήτου ἀλήτῃ ἀλήτην ὦ ἀλῆτα, καὶ τὸ ἄλγοϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἄλγουϲ ἄλγει τὸ ἄλγοϲ ὦ ἄλγοϲ, πάλιν τὸ ἁγνόϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁγνοῦ ἁγνῷ ἁγνόν ὦ ἁγνέ, καὶ τὸ ἁπλοῦϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁπλοῦ ἁπλῷ ἁπλοῦν ὦ ἁπλοῦ τούτου χάριν ἐξ ἀνάγκηϲ ἀπέβαλλε τὸ τ, καὶ ἐγένετο ἑνόϲ ἡ γενική, ἵνα ὁμοφώνωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. εἰ γὰρ ἐκλίθη διὰ τοῦ ντ, ἔμελλε τῆϲ εὐείαϲ δαϲυνομένηϲ γλοῦϲθαι ἡ γενική, ὅπερ ἐϲτὶν ἄτοπον. καὶ ἡ μὲν εὐθεῖα δαϲύνεται, ἐπειδὴ πᾶϲ ἀριθμὸϲ ἀπὸ τοῦ ἑ ἀρχόμενοϲ δαϲύνεϲθαι θέλει οἷον ἕξ, ἑπτά, ἕν οὕτωϲ οὖν καὶ τὸ εἰϲ. δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ εἴκοϲι καὶ ἐννέα καὶ τῶν παρ’ αὐτοῦ» οἷον ἔνατοϲ ἐννάκιϲ ἐννενήκοντα ταῦτα γὰρ ψιλοῦται. πρόϲκειται «ἀπὸ τοῦ ἕ ἀρχόμενοϲ »διὰ τὸν ὀκτώ ἀριθμόν, οὗτοϲ γὰρ ψιλοῦται. ἡ δὲ γενικὴ εἶχε ψιλοῦϲθαι εἰ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ τὸ ε, εἰ καταλήγει εἰϲ ν, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ ἤη θ ἢ τ, ψιλοῦϲθαι θέλει οἷον ἔνδον, ἔνθα, ἐνταῦθα. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν ῥήματι ἢ ἀπὸ ῥήματοϲ εὑρεθῇ »οἷον διὰ τὸ ἕντο, ὡϲ τὸ αὐτὰρ ἐπεὶ πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο, τοῦτο γὰρ δαϲύνεται· ἀλλὰ ῥῆμά ἐϲτιν. πρόϲκειται δὲ «ἢ ἀπὸ ῥήματοϲ »διὰ τὴν ἕντοϲ μετοχήν, αὕτη γὰρ δαϲύνεται. ἐξ ἧϲ καὶ τὸ ἀφείϲ ἀφέντοϲ ἀλλ’ ἀπὸ ῥήματόϲ ἐϲτιν. εἰ ἐγένετο οὖν, ὡϲ εἴρηται, εἰϲ ἔντοϲ, ἡ γενικὴ ψιλοῦϲθαι ἤθελε τῆϲ εὐθείαϲ δαϲυνομένηϲ, ὅπερ ἐϲτὶν ἄτοπον καὶ ἀδύνατον. ἀεὶ γάρ, ὡϲ εἴρηται, τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲι· διὰ τοῦτο οὖν ἀπεβάλλετο τὸ τ καὶ ἐγένετο ἑνόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. ἴϲωϲ δέ τιϲ ἀπορήϲει καὶ διὰ ποίαν αἰτίαν μὴ τὸ ν ἀπέβαλλεν ἀλλὰ τὸ πρὸϲ οὓϲ λέγομεν, ὅτι οὐκ ἐνδέχεται μεῖναι τὸ τ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ τοϲ κλινομένη τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, ἱδρώϲ ἱδρῶτοϲ, χαλκοκράϲ χαλκορᾶτοϲ. ἰδοὺ ταῦτα ἐφύλαξε τὴν μακρὰν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. πάλιν κρέαϲ κρέατοϲ, βῆμα βήματοϲ· ἰδοὺ πάλιν ταῦτα τὴν βραχεῖαν τῆϲ εὐθείαϲ φυλάττει καὶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι «χωρὶϲ τῶν εἰϲ ωϲ μετοχῶν καὶ τῶν μετοχικῶν ». μετοχῶν μὲν οἷον τετυφώϲ τετυφότοϲ, πεποιηκώϲ πεποιηκότοϲ· μετοχικῶν δὲ οἷον ὑποδεδιώϲ ὑποδεδιότοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου ),Ἀραρώϲ Ἀραρότοϲ (ἔϲτι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ). ταῦτα δὲ ἐϲημειωϲάμεθα, ὅτι διὰ καθαροῦ τοῦ τοϲ κλιθέντα οὐκ ἐφύλαξε τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ, ἀλλὰ ϲυνέϲτειλε τὸ ω εἰϲ ο. τούτων οὕτωϲ ἐχόντων, ἔϲτιν εἰϲ διὰ τῆϲ ει διφθόγγου ἡ εὐθεῖα· εἰ ἐγένετο ἡ γενικὴ διὰ καθαροῦ τοῦ τοϲ οἷον εἰϲ ἑτόϲ, οὐκ ἐφύλαττε τὸν χρόνον τῆϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν τὸ τ ἀπέβαλε, καὶ οὐ τὸ ν, καὶ ἐγένετο εἰϲ ἑνόϲ, ὥϲπερ κτείϲ κτενόϲ.