Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.79
Not analysed yet
Ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἐπὶ τοῦ Πηλέϊ Πηλεῖ κατὰ ϲυναίρεϲιν γίνεται τοῦ ἕ καὶ ι εἰϲ τὴν ει δίφθογγον, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ νεῦϲ νεόϲ νεῖ καὶ γρεῦϲ γρεόϲ γρεῖ γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν ει δίφθογγον νεῖ καὶ γρεῖ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέϲθαι κατὰ ϲυναίρεϲιν ἡ δοτικὴ νεῖ καὶ γρεῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρά, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ. εἰ οὖν ἐγένετο κατὰ ϲυναίρεϲιν νεῖ νεῖ, γρεῖ γρεῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ι ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἄτοπον. ἰϲτέον δὲ ὅτι οἱ Ἀττικοὶ μόνῃ τῇ ϲυνῃρημένῃ χρῶνται δοτικῇ ἐν τοῖϲ τοιούτοιϲ ὀνόμαϲιν, οὐ μὴν καὶ τῇ ἐντελεῖ τῷ Πηλέϊ, τῷ Πηλεῖ γὰρ καὶ τῷ βαϲιλεῖ λέγουϲιν, οὐ μὴν καὶ τῷ Πηλέϊ καὶ τῷ βαϲιλέι.