Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.80
Not analysed yet
Ἀπὸ τῆϲ Πηλέϊ δοτικῆϲ ἐγένετο τροπῇ τοῦ i εἰϲ α Πηλέα ὥϲπερ Αἴαντι Αἴαντα, Θόαντι Θόαντα. ἰϲτέον ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα, ἔχουϲα τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰϲ α, ὁμόχρονον ἑαυτῇ ἔχει αὐτὴν οἷον Αἴαντοϲ Αἴαντα, Θόαντοϲ Θόαντα. ἰδοὺ ἐνταῦθα τὸ α βραχύ ἐϲτιν, ἐπειδὴ καὶ ἡ οϲ ϲυλλαβὴ βραχεῖά ἐϲτιν· ὁμοίωϲ Πηλέοϲ Πηλέα, Ἀχιλλέωϲ Ἀχιλλέα. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ Πηλέωϲ καὶ Ἀχιλλέωϲ λέγουϲι διὰ τοῦ ἕ καὶ ω, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦϲιν εἰϲ α μακρόν, ἵνα ἰϲόχρονοϲ γένηται ἡ αἰτιατικὴ τῇ ἰδίᾳ γενικῇ. καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ τοιαύτηϲ αἰτιατικῆϲ, ὡϲ ἔχομεν καὶ παρὰ τῷ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (545) καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλαϲ, ἐξέτεινε γὰρ τὸ α.