Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.85
Not analysed yet
Ἐπὶ τῶν εἰϲ ευϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ, τοὺϲ ἱππεῖϲ, καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο εε εἰϲ τὸ η. ϲημειοῦται δὲ ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ. ἔϲτι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. l l, 2) τοὺϲ νομῆϲ διὰ τοῦ η.