Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.86
Not analysed yet
Περὶ τῶν εἰϲ ηϲ. Choer. 43, 10: τὰ εἰϲ ηϲ μονοϲύλλαβα, ἐὰν μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ Δρῆϲ τοῦ Δρῆ, ὁ Τρῆϲ τοῦ Τρῆ. ταῦτα δὲ παραλόγωϲ ἔχει τὴν γενικὴν εἰϲ η καταλήγουϲαν, οὐδέποτε γὰρ εὑρίϲκεται γενικὴ εἰϲ η καταλήγουϲα εἰ μὴ ἐπὶ τούτων τῶν δύο, ἔϲτι δὲ ταῦτα ὀνόματα. κύρια. ἐὰν δὲ ὀξύνηται, διὰ τοῦ τοϲ κλίνεται οἷον ϲήϲ ϲητόϲ (ἔϲτι δὲ εἶδοϲ ϲκώληκοϲ), Κρήϲ Κρητόϲ (ὁ ἀπὸ Κρήτηϲ), θήϲ θητόϲ (ϲημαίνει δὲ τὸν μίϲθιον), Γνήϲ Γνητόϲ (Γνῆτεϲ δὲ λέγονται οἱ Ῥόδιοι καὶ Ἴγνητεϲ οἱ γνήϲιοι Ῥόδιοι).