Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.88
Not analysed yet
Choer. 137 ,18: τὰ εἰϲ ηϲ ἰαμβικὰ ἔχοντα ϲύμφωνον ἀπὸ τοῦ ἐνεϲτῶτοϲ διὰ τοῦ τοϲ κλίνεται οἷον λείβω λέβηϲ λέβητοϲ, δείρω Δάρηϲ Δάρητοϲ, φέρω Φέρηϲ Φέρητοϲ, χαίρω Χάρηϲ Χάρητοϲ (ὄνομα δὲ τοῦτο ϲτρατηγοῦ τῶν Ἀθηναίων), πλανῶ πλάνηϲ πλάνητοϲ, πενῶ πένηϲ πένητοϲ, τρέμω Τρόμηϲ Τρόμητοϲ (οὕτωϲ δὲ ἐλέγετο ὁ πατὴρ Αἰϲχίνου τοῦ ῥήτοροϲ), κρατῶ Κράτηϲ Κράτητοϲ. ὁ δὲ δότηϲ πλύτηϲ θύτηϲ οὐκ ἔχει ἀπὸ ἐνεϲτῶτοϲ τὸ τ. τούτοιϲ δὲ ἀκολουθεῖ κατὰ τὴν κλίϲιν καὶ τὸ Ϲκύθηϲ Ϲκύθου.