Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.87
Not analysed yet
Choer. 133, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί μὴ λέγομεν ὁ Δρῆϲ τοῦ Δροῦ καὶ ὁ Τρῆϲ τὸῦ Τροῦ, ὥϲπερ ὁ Ἑρμῆϲ τοῦ Ἑρμοῦ, ἵνα μὴ εὑρεθῇ παράλογοϲ γενικὴ εἰϲ η καταλήγουϲα, ἔϲτιν οὖν εἰπεῖν, ὅτι πᾶϲα εὐθεῖα μονοϲύλλαβοϲ ἰϲοϲυλλάβωϲ κλινομένη ἀποβολῇ τοῦ ϲ τὴν γενικὴν ἀποτελεῖ οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ), ὁ νοῦϲ τοῦ νοῦ, ὁ ῥοῦϲ τοῦ ῥοῦ, οὕτωϲ οὖν καὶ ὁ Δρῆϲ τοῦ Δρῆ καὶ ὁ Τρῆϲ τοῦ Τρῆ.