Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 21
Not analysed yet
21. Choer. 114, 28. τὰ εἰϲ υϲ ἔχοντα τὸ υ ἐκτεταμένον οὐ φυλάττει τὸ υ ἐκτεταμένον, ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλκὰ ϲυϲτέλλει αὐτό, οἷον ἰχθῦϲ ἰχθύοϲ ἰχθύϲι «ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252)καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲί «παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ ». καὶ λέγει ὁ Ἡρωδιανὸϲ χωρὶϲ τοῦ μῦϲ μυόϲ μυϲί τοῦτο γὰρ φυλάττει τὸ υ, φηϲίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.