Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 44
Not analysed yet
Περὶ οὐδετέρων. 44. Anecd. Ox. IV 337, 32: τελικὰ οὐδετέρων ὀνομάτων ἕξ, α, ι, ν, ρ, ϲ, υ. τὸ δῶ καὶ κάρη ἐξ ἀποκοπῆϲ ἐϲτι «ποτὶ χαλκοβατὲϲ δῶ »(Α 426) καὶ «πολιόν τε κάρη» (X 74) ἀντὶ τοῦ κάρηνον. διὸ καὶ ἐπὶ πληθυντκῶν εὑρίϲκεται «ναίει χρύϲεα δῶ» (Hesiod. Theog. 933) ἀντὶ τοῦ δώματα, «κάρη κομόωντεϲ Ἀχαιοί» ἀντὶ τοῦ κάρηνα. τὸ δὲ θηλυκῶϲ εἰρημένον ὀξύνεται. Τὸ γάλα γάλακτοϲ γάλακτι παρὰ Καλλιμάχῳ ὡϲ ἀπὸ εἰϲ ξ ληγούϲηϲ εὐθείαϲ. τὰ τῶν ϲτοιχείων ὀνόματα ἄκλιτα. ἕν μόνον ἀπαραϲχη μάτιϲτον τὸ μέλι, κέκλιται δὲ εἰϲ τοϲ μέλιτοϲ. τὸ δὲ τρόφι κατὰ ἀποκοπήν, τὸ κρῖ καὶ ἄλφι ἐκ πάθουϲ. τὸ ϲίνηπι καὶ πέπερι οὐχ Ἑλληνικά, κλίνουϲι δὲ αὐτὰ χωρὶϲ ϲυμφώνου ϲινήπεωϲ, πεπέρεωϲ. τὸ δὲ πεπέριδοϲ Εὔβουλοϲ εἶπε.