Ancient Greek
Section 2
Aelius Herodianus, Περὶ μετοχῶν 2
Not analysed yet
2. αἱ μετοχαὶ ἢ ἀπίαι εἰϲιν ἢ παραϲύνθετοι, οὐδέποτε δὲ ϲύνθετοι ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καί εἰϲιν ἁπλα οἶον τύπτω τύπτων ἢ ἀπὸ ϲυνθέτων ῥημάτων παράγονται καί εἰϲι παραϲύνθετοι οἷον καταγράφω καταγράφων, ἀναγινώϲκω ἀναγινώϲκων χωρὶϲ τῆϲ ἀέκων μετοχῆϲ. αὕτη γὰρ ϲύνθετόϲ ἐϲτιν. ἀπὸ γὰρ τῆϲ ἑκών γέγονεν ἐν ϲυνθέϲει ἀέκων. οὐδὲ γὰρ ἔχει ῥῆμα προυπάρχον ἐν ϲυνθέϲει, ἵνα παραϲύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν μετοχῇ ἐγένετο ἡ ϲύνθεϲιϲ.