Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 25
Not analysed yet
Δίκη. τὰ εἰϲ κη λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλουϲ τὸ ι, ἤτοι ϲυνεϲταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμένον. καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτωϲ ἔχει. οἰον Κίρκη, Δίρκη, Τρίκκη· ϲυνέϲταλται δὲ τούτων τὸ ι, ἐπεὶ ϲύμφωνον ἦν πρὸ τοῦ κ τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη ϲημειῶδεϲ. λείπει γὰρ ἢ χρόνῳ ἢ ϲυμφώνῳ.