Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 25-2
Not analysed yet
Ϲεϲημείωται τὸ Ῥᾶροϲ κατὰ χρόνον. τὰ γὰρ εἰϲ ροϲ διϲύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α, ψαρόϲ, ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ ναράϲ τε πατρὸϲ κυμάτων ἐπιρροὰϲ ἐπώμοϲα. λαρόϲ, λαρὸϲ ἄμηϲ, ἔνθεν τὸ οὐδέτερον λαρὸν τετυκοίμεθα δόρπον (μ 283). βαρυνόμενα δέ, εἰ καὶ ἀρϲενικὰ ὑπάρχοι ἢ θηλυκά, ϲυϲτέλλειν θέλει τὸ α, λάρῳ ὄρνιθι ἐοικώϲ (ε 51). φάροϲ, λέγω δὲ τὸ ἀρϲενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάροϲ, Κίκανδροϲ (Ther. 958) μνῆϲτιν ἔχοιϲ, τὸν ἔθρεψε Κλάροϲ νιφόεϲϲα πολίχνη, γάροϲ, Αἰϲχύλοϲ Πρωτεῖ ϲατυρικῷ καὶ τὸν ἰχθύων γάρον, Πάροϲ νῆϲοϲ, ϲπάροϲ, ϲκάροϲ. εἰ δέ τι βαρυνόμενον ἀρϲενικὸν ἔχει τὸ α ἐκτεινόμενον, πάντωϲ ἔχει κοινὸν διὰ τοῦ η, ὥϲπερ τὸ κλᾶροϲ ἐκ τοῦ κλῆροϲ. τὸ δὲ ’Ρᾶροϲ, εἰ μή ἐϲτι Δώριον βαρυνόμενον, ϲυϲτελλέϲθω κατὰ τὴν παραλήγουϲαν· εἰ δὲ ἐκτείνεται ὑγιῶϲ ἡ παραλήγουϲα, ὀξυνέϲθω, ἵνα μιμήϲηται τὸ ψαρόϲ, ναρόϲ, λαρόϲ. ἢ πεμὶ τόνον ἄρα ϲημειῶδεϲ ἢ περὶ χρόνον. ἀλλὰ δῆλον ὅτι περὶ χρόνον. τὰ γὰρ ὀξυνόμενα ἐπιθετικὰ ὑπῆρχον, τοῦτο δὲ κύριον ὄνομα βαρύτονον. ἀλλ’ οὖν γε ἔχομεν καὶ τὸ βᾶροϲ ὁμοίωϲ Ἀττικὸν ὑπάρχον καὶ ἐκεινόμενον τὸ α πρὸϲ ἀντέμφαϲιν τοῦ οὐδετέρου.